Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi