Thesauros Edebiyat hymns Hymn 6 To Aphrodite

Hymn 6 To Aphrodite

Hymn 6 To Aphrodite Anonymous

Εἲς Ἀφροδίτην

urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.
urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi