Thesauros Edebiyat hymns Hymn 7 To Dionysus

Hymn 7 To Dionysus

Hymn 7 To Dionysus Anonymous

Εἲς Διώνυσον

urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον
urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2 ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν
1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi