Thesauros Edebiyat hymns Hymn 8 To Ares

Hymn 8 To Ares

Hymn 8 To Ares Anonymous

Εἲς Ἄρεα

urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
urn:cts:greekLit:tlg0013.tlg008.perseus-grc2 δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi