Thesauros Edebiyat hymns Hymn 9 To Artemis

Hymn 9 To Artemis

Hymn 9 To Artemis Anonymous

Εἲς Ἄρτεμιν

urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ·
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν,
urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2 σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi