Thesauros Edebiyat hymns Hymn 19 to Pan

Hymn 19 to Pan

Hymn 19 to Pan Anonymous
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος·
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
← Önceki 2 / 2

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi