Thesauros Edebiyat hymns Hymn 19 to Pan

Hymn 19 to Pan

Hymn 19 to Pan Anonymous

Εἲς Πᾶνα

urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2 ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi