Thesauros Edebiyat hymns Hymn 22 To Poseidon

Hymn 22 To Poseidon

Hymn 22 To Poseidon Anonymous

Εἲς Ποσειδῶνα

urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομʼ ἀείδειν,
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 πόντιον, ὅσθʼ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 ἵππων τε δμητῆρʼ ἔμεναι σωτῆρά τε νηῶν.
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
urn:cts:greekLit:tlg0013.tlg022.perseus-grc2 καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi