Thesauros Edebiyat hymns Hymn 28 To Athena

Hymn 28 To Athena

Hymn 28 To Athena Anonymous

Εἲς Ἀθήναν

urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi