Thesauros Edebiyat hymns Hymn 32 To Selene

Hymn 32 To Selene

Hymn 32 To Selene Anonymous

Εἲς Σελήνην

urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,
urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2 Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi