Thesauros Edebiyat hymns Hymn 33 To the Dioscuri

Hymn 33 To the Dioscuri

Hymn 33 To the Dioscuri Anonymous

Εἲς Διοσκούρους

urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2 αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi