Thesauros Edebiyat hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
5 ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
5 σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
5 μηδέ μοι ἐν θαλάμηισιν ἔθʼ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,
5 τίκτηται νοτερῆισʼ ὤεον ἁλκυονίς.
5 Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά
5 ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
6 τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν·
6 δεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,
6 καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
6 γράμμα· Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα.
7 ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσόν
7 τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει·
7 ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
7 φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
8 μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
8 ῥῆσις· ὃ μὲν νικῶ φησὶ τὸ μακρότατον,
8 ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται
8 πῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.
8 τῶι μερμηρίξαντι τὰ μἤ̀ νδικα τοῦτο γένοιτο
8 τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
9 Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
9 κοιμᾶται· θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.
10 Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
10 ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
10 δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός
10 Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
11 σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
11 Θῆρις Ἀρισταίου Κρής ἐπʼ ἐμοὶ δολιχός.
12 Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
12 καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi