Thesauros Edebiyat hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
12 καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
12 τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
13 ʼΗ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
13 τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
13 ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
13 ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
13 οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
13 βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.
14 δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ
14 Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
14 τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
14 εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
15 Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
15 εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
15 στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
15 χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
16 Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν
16 δίζηνται Σαμίων πολλάκι θυγατέρες,
16 ἡδίστην συνέριθον ἀεὶ λάλον· ἣ δʼ ἀποβρίζει
16 ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
17 ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
17 παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
17 νῦν δʼ ὃ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
17 οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
18 Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντωι
18 ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
18 ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι
18 νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
18 κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσηι
18 συμμίσγειν ἐρίφων ναυτίλε δυομένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi