56
πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ
56
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
56
ἀθρήσας φάσεις Ἕσπερε πῶς ἔπεσες;
57
φησὶν ὅ με στήσας Εὐαίνετος ʽοὐ γὰρ ἔγωγε
57
γινώσκὠ νίκης ἀντί με τῆς ἰδίης
57
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·
57
πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
58
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
58
Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.
59
τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν
59
εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ
59
δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς
59
ἥσυχον, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.
60
εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας
60
Λευκαρέτα τὰν μὰν οὐκ ἐμάνη μανίαν
60
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
60
τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,
60
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας—
60
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
61
οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
61
ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
62
Αἴνιε καὶ σὺ γὰρ ὧδε Μενέκρατες οὐκ ἐπὶ πουλὺ
62
ἦσθα· τί σε, ξείνων λῷστε, κατειργάσατο;
62
ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος
62
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
63
Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
63
καῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,
63
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,
63
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
64
οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς