Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus

εἰς Δία.

urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ
1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi