Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὃς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίῃ γὰρ ἔοικε
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰοχύν;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 θειότερον· τῶ καί σφε σφε Bentley; σφι. τεὴν ἐκρίναο λάξιν.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἄκρῃσʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 λαὸν ὑπὸ σκολιῇσʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσῃ.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi