Thesauros Edebiyat hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 γείνατʼ ἀοσσητῆρα· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.
← Önceki 4 / 4

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi