Thesauros Edebiyat hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus

εἰς Απόλλωνα

urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῆι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi