Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi