Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi