Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δʼ ἔξοχα νυμφέων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἡ δʼ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἄλλοτε δʼ εἱαμενῇσιν· ὁ δʼ ἐννέα μῆνας ἐφοίτα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτʼ ἔδωκας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi