Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν πλἥσ(σ)ωσιν MSS.; πλίσσωσιν Arnaldus; ῥήσσωσιν de Jan. ὁμαρτῇ·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἤγαγε ἤλασε Et. Gud. Et. M. s. v. ἴσος. Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 βωμὸν ἀτιμήσαντι ἀτιμήσαντι e and Vindobon. 318; ἀτιμάσαντι Af; ἀτιμάσσαντι Schneider. καλοὶ πόλιν ἦλθον ἀγῶνες·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi