Thesauros Edebiyat hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus

εἰς Ἄρτεμιν

urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι
1 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi