Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi