urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας δὲ πάσας MSS.; δ’ ἐλάσσας Meineke; δ’ ἐπάρας Schneider.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
πολλάκι σε πολλάκι σ’ ἐκ marg. Taur., corr. Meineke; πολλάκις ἐκ. Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
οἱ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξὺν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστὸν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
γείτονες Ἀγκαίου Μυκαλησσίδες Μυκαλησσίδες Blomf., cf. Steph. Byz. s.v.; Μυκαλησίδες. ἐξείνισσαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ