Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φλεξας ἐπεὶ περικαίεο πυρί,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi