Thesauros Edebiyat hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi