Thesauros Edebiyat hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν Ἀρεστοριδᾶν Valckenaer.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὅς ποκα βωλευτὸν ποτε βουλευτὸν MSS. γνοὺς ἐπί οἱ θάνατον
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, τῶν ποταμῶν MSS.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi