Thesauros Edebiyat hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi