Thesauros Edebiyat hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus

εἰς Λουτρά τῆς Παλλάδος

urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 (συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi