Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.ἀμιθρεῖ Ruhnken, Valckenaer; ἀμι- A, ἀμ᾽ E, ἀριθμεῖ d; ἀμέλγει F.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi