Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 † καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi