Thesauros Edebiyat hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus

εἰς Δήμητρα

urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 οὐ πίες οὐδʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τρὶς δʼ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 π
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi