Thesauros Edebiyat lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
6 πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
6 ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
6 ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
6 λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
6 δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
6 ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
6 πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
6 εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
6 πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
6 ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
6 ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
6 οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
6 κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
6 ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
6 σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
6 τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
6 καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
6 ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
6 αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,
6 νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς
6 πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,
6 δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
6 ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
6 ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
6 μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
6 ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν
6 Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
6 ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
6 Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
6 ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi