Thesauros Edebiyat lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
6 τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
6 δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
6 ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
6 Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.

Olympian 7 ΔΙΑΓΟΡΑι ΡΟΔΙῼ ΠΥΚΤΗι

7 φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
7 ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
7 δωρήσεται
7 νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
7 συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
7 παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
7 καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
7 ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
7 ἱλάσκομαι,
7 Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.
7 ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
7 θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
7 καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
7 ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
7 εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον
7 αἰνέσω πυγμᾶς ἄποινα
7 καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
7 Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
7 ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
7 ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
7 ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
7 Ἡρακλέος
7 εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι
7 ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι
7 ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi