Thesauros Edebiyat lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
10 ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
10 νικαφορίαισί τε.
10 τίς δὴ ποταίνιον
10 ἔλαχε στέφανον
10 χείρεσσι ποσίν τε καὶ ἅρματι,
10 ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
10 σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
10 ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου
10 Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
10 Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,
10 Τίρυνθα ναίων πόλιν·
10 ἀνʼ ἵπποισι δὲ τέτρασιν
10 ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου·
10 ἄκοντι Φράστωρ ἔλασε σκοπόν·
10 μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
10 παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον
10 ἔφλεξεν εὐώπιδος
10 σελάνας ἐρατὸν φάος.
10 ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
10 τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
10 ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
10 νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
10 καὶ πυρπάλαμον βέλος
10 ὀρσικτύπου Διός,
10 ἐν ἅπαντι κράτει
10 αἴθωνα κεραυνὸν ἀραρότα.
10 χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
10 τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
10 ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
10 ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi