Thesauros Edebiyat lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
2 ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης
2 ἀκρόθινα πολέμου·
2 Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
2 γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,
2 εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·
2 καμόντες οἳ πολλὰ θυμῷ
2 ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν
2 ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων
2 γνησίαις ἐπʼ ἀρεταῖς.
2 ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
2 ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
2 εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
2 λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
2 ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν
2 χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
2 λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
2 ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
2 παλίγκοτον δαμασθέν,
2 ὅταν θεοῦ Μοῖρα πέμπῃ
2 ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις
2 Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺ
2 κρεσσόνων πρὸς ἀγαθῶν.
2 ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ
2 κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,
2 καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
2 λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ
2 μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
2 Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται
2 πεῖρας οὔ τι θανάτου,
2 οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi