Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
3 ὦρσεν πυρὶ καιόμενος
3 ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
3 τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
3 ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
3 σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
3 σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
3 ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
3 δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
3 εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
3 ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
3 Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
3 ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
3 ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
3 χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.

Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ

4 σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ
4 στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
4 Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,
4 ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,
4 οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα
4 χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
4 νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
4 πόλιν ἐν ἀργενν όε ντι μαστῷ,
4 καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι
4 ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
4 παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως
4 ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·
4 κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·
4 φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν
4 ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi