Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
4 ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
4 ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
4 κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων
4 ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
4 λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
4 ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
4 δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·
4 ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν
4 ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
4 ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
4 εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
4 τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
4 ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων
4 ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται
4 δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.
4 ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
4 κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
4 ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας
4 δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
4 οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν
4 χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
4 πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
4 ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ
4 ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ
4 λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
4 καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας
4 εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
4 Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,
4 υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi