Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·
4 τετράτων παίδων κʼ ἐπιγινομένων
4 αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
4 ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
4 νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
4 ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
4 νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
4 δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι
4 Φοῖβος ἀμνάσει θέμισσιν
4 Πύθιον ναὸν καταβάντα χρόνῳ
4 ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
4 ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ
4 ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
4 ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ
4 χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
4 ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
4 βασιλέʼ ἄμφανεν Κυράνᾳ,
4 δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
4 ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
4 παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
4 τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
4 ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
4 καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ
4 κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
4 τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
4 τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
4 ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
4 ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
4 πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
4 τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi