Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
4 οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
4 εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν
4 τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ
4 ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
4 προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων·
4 λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
4 μεταβολαὶ λήξαντος οὔρου
4 ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
4 οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
4 θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
4 δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
4 μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν.
4 καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα,
4 εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ

5 ὁ πλοῦτος εὐρυσθενής,
5 ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
5 βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
5 πολύφιλον ἑπέταν.
5 ὦ θεόμορʼ Ἀρκεσίλα,
5 σύ τοί νιν κλυτᾶς
5 αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
5 σὺν εὐδοξίᾳ μετανίσεαι
5 ἕκατι χρυσαρμάτου Κάστορος·
5 εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
5 καταιθύσσει μάκαιραν ἑστίαν.
5 σοφοὶ δέ τοι κάλλιον
5 φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
5 σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
5 τὸ μέν, ὅτι βασιλεὺς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi