Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
5 ἐσσὶ μεγαλᾶν πολίων,
5 ἔχει συγγενὴς
5 ὀφθαλμὸς αἰδοιότατον γέρας
5 τεᾷ τοῦτο μιγνύμενον φρενί·
5 μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
5 εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
5 δέδεξαι τόνδε κῶμον ἀνέρων,
5 Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
5 Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
5 παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
5 φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
5 ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
5 ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
5 ἀφίκετο δόμους θεμισκρεόντων·
5 ἀλλʼ ἀρισθάρματον
5 ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
5 ἀκηράτοις ἁνίαις
5 ποδαρκέων δωδεκάδρομον τέμενος.
5 κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,
5 ὁπόσα χεριαρᾶν
5 τεκτόνων δαίδαλʼ ἄγων
5 Κρισαῖον λόφον
5 ἄμειψεν ἐν κοιλόπεδον νάπος
5 θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον
5 μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν,
5 Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
5 καθέσσαντο μονόδροπον φυτόν.
5 ἑκόντι τοίνυν πρέπει
5 νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
5 Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi