Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
5 μακάριος, ὃς ἔχεις
5 καὶ πεδὰ μέγαν κάματον
5 λόγων φερτάτων
5 μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ
5 πετόντεσσιν ἁνιόχοις ὅλον
5 δίφρον κομίξαις ἀταρβεῖ φρενί,
5 ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
5 ἀέθλων καὶ πατρωΐαν πόλιν.
5 πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·
5 ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
5 πύργος ἄστεος ὄμμα τε φαεννότατον
5 ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
5 λέοντες περὶ δείματι φύγον,
5 γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
5 ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων
5 θῆρας αἰνῷ φόβῳ,
5 ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
5 ὃ καὶ βαρειᾶν νόσων
5 ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
5 πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
5 ἀπόλεμον ἀγαγὼν
5 ἐς πραπίδας εὐνομίαν,
5 μυχόν τʼ ἀμφέπει
5 μαντήϊον· τῷ καὶ Λακεδαίμονι
5 ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
5 ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος
5 ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν
5 ἀπὸ Σπάρτας ἐπήρατον κλέος·
5 ὅθεν γεγενναμένοι
5 ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi