Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
5 τὸ καλλίνικον λυτήριον δαπανᾶν
5 μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
5 λεγόμενον ἐρέω·
5 κρέσσονα μὲν ἁλικίας
5 νόον φέρβεται
5 γλῶσσάν τε· θάρσος δὲ τανύπτερος
5 ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
5 ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
5 ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
5 πέφανταί θʼ ἁρματηλάτας σοφός·
5 ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
5 τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
5 καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,
5 διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
5 ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
5 χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
5 Διός τοι νόος μέγας κυβερνᾷ
5 δαίμονʼ ἀνδρῶν φίλων.
5 εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
5 δόμεν γέρας ἔπι Βάττου γένει.

Pythian 6 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ

6 ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
6 ἄρουραν ἢ Χαρίτων
6 ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
6 χθονὸς ἐς νάϊον προσοιχόμενοι·
6 Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις
6 ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
6 ἑτοῖμος ὕμνων
6 θησαυρὸς ἐν πολυχρύσῳ
6 Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi