Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
10 διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
10 Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·
10 ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
10 τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
10 Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
10 Ἄρεος ὅπλοις·
10 ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
10 πέτραν κρατησίποδα Φρικίαν.
10 ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
10 ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
10 τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
10 λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
10 μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
10 ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
10 ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
10 τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
10 καὶ ζώων ἔτι νεαρὸν
10 κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
10 ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.
10 ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
10 πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις
10 ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
10 παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
10 δώματʼ ἐσελθών,
10 κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
10 ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
10 εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων
10 χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
10 Μοῖσα δʼ οὐκ ἀποδαμεῖ
10 τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi