Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
1 εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·
1 ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ
1 ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας
1 οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
1 καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά·
1 τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
1 ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
1 οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν
1 μαλθακὰν παίδων ὀάροισι δέκονται.
1 τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ
1 ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.

Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ

2 μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
2 τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
2 ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
2 μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
2 εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
2 τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
2 ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
2 κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
2 ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
2 ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
2 ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ
2 σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
2 ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
2 εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.
2 κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
2 φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων,
2 ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
2 σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi