Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
12 χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.
12 εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν,
12 ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
12 εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,
12 λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
12 τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
12 Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
12 εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
12 οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
12 δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος
12 οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν
12 ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.
← Önceki 41 / 41

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi