Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
2 Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
2 διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
2 θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
2 λέγειν ἐν πτερόεντι τροχῷ
2 παντᾷ κυλινδόμενον·
2 τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
2 ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
2 γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
2 Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
2 πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
2 ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ
2 ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι
2 φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
2 ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
2 ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
2 Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
2 εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν
2 ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,
2 ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
2 εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
2 θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
2 Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
2 ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
2 ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
2 μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
2 τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
2 ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου
2 σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
2 θαυμαστός, ἀμφοτέροις
2 ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi