Thesauros Edebiyat lyric Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar
3 οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
3 ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
3 ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
3 καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
3 πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
3 τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
3 ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
3 ἢ χερμάδι τηλεβόλῳ,
3 ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
3 ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
3 τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
3 φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
3 ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
3 ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
3 ἄνδρʼ ἐκ θανάτου κομίσαι
3 ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
3 ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
3 χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
3 γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
3 μή, φίλα ψυχά, βίον ἀθάνατον
3 σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
3 εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ
3 φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
3 ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον
3 καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
3 ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
3 καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
3 Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,
3 ὃς Συρακόσσαισι νέμει βασιλεὺς
3 πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi