Thesauros Edebiyat lyric Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar
8 ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
8 ἕλκεα ῥῆξαν πελεμιζόμενοι
8 ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,
8 ἄλλων τε μόχθων ἐν πολυφθόροις
8 ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,
8 αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
8 ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
8 εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
8 ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
8 μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι
8 ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,
8 αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.
8 αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,
8 ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν
8 αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
8 ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
8 πιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι
8 οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·
8 σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν
8 ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
8 δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
8 ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρ
8 νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
8 δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.

Nemean 9 ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ

9 κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
9 τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
9 ὄλβιον ἐς Χρομίου δῶμʼ. ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
9 τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
9 Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi